Ads Top

Daemonia Nymphe - Hypnos


Album: Psychostasia (2013)
Genre: Hellenic Gothic/Folk
Ὕπνε, ἄναξ μακάρων πάντων θνητῶν τ᾽ ἀνθρώπων καὶ πάντων ζώιων, ὁπόσα τρέφει εὐρεῖα χθών· πάντων γὰρ κρατέεις μοῦνος καὶ πᾶσι προσέρχηι σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδηισι, λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων· καὶ θανάτου μελέτην ἐπάγεις ψυχὰς διασώζων· αὐτοκασίγνητος γὰρ ἔφυς Λήθης Θανάτου τε. ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν σώζοντ᾽ εὐμενέως μύστας θείοισιν ἐπ᾽ ἔργοις.

No comments:

Powered by Blogger.